Страница:L. N. Tolstoy. All in 90 volumes. Volume 24.pdf/234

Материал из Викитеки — свободной библиотеки
Перейти к навигации Перейти к поиску
Эта страница не была вычитана


ЧЕТВЕРТОЕ ПРАВИЛО: НЕ ПРОТИВЬСЯ ЗЛУ ЗЛОМ

Ἠϰούσατε ὅτι ἐῤῥήθη Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, ϰαὶ ὀδόντα ἀντὶ ὀδόντος.

Ἐγώ δέ λέγω ὑμῖν μὴ ἀντιστῆναι τῷ πονηρῷ˙ ἀλλ᾽ ὅστις σε ῥαπίσει ἐπὶ τὴν δεξιάν σου σιαγόνα, στρέψον αὐτῷ ϰαὶ τὴη ἄλλην.

Καὶ ὅστις σε ἀγγαρεύσει μίλιον ἕν, ὕπαγε μετ’ αὐτοῦ δύο.

Τῷ αἰτοῦντί σε δίδου· ϰαὶ τὸν θέλοντα ἀπὸ σοῦ δανείσασθαι μὴ ὰποστραφῇς.

Καὶ τῷ θέλοντί σοι ϰριθῆναι, ϰαὶ τὸν χιτῶνά σου λαβεῖν, ἄφες αὐτῷ, ϰαὶ τὸ ἱμάτιον.

Καὶ μὴ ϰρίνετε, ϰαὶ οὐ μὴ ϰριθῆτε· μή ϰαταδιϰάζετε, ϰαὶ οὐ μὴ ϰαταδιϰασθῆτε· ἀπολύετε, ϰαὶ ἀπολυθήσεσθε.

Ἐν ᾦ γὰρ ϰρίματι ϰρίνετε, ϰριθήσεσθε· ϰαὶ ἐν ᾦ μέτρῳ μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν.

Τί δὲ βλέπεις τὸ ϰάρφος τό ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὶ ἐν τῷ σῷ ὀφθαλμῷ δοϰὸν οὐ ϰατανοεῖς;

῎H πῶς ἐρεῖς τῷ ἀδελφῷ σου ῎Αφες ἐϰβάλω τὸ ϰάρφος ἀπὸ τοῦ ὀφθαλμοῦ, σου, ϰαὶ ἰδοὺ ἡ δοϰὸς ἐν τῷ ὀφθαλμῷ σου;

῾ϒποϰριτά, ἔϰβαλε πρῶτον τὴν δοϰὸν ἐϰ τοῦ ὀφθαλμοῦ σου, ϰαὶ τὀτε διαβλέψεις ἐϰβαλεῖν τὸ ϰάρφος ἐϰ τοῦ ὀφθαλμοῦ τοῦ ἀδελφοῦ σου.

Εἶπε δὲ παραβολὴν αὐτοῖς Μή τι δύναται τυφλὸς τυφλὸν ὁδηγεῖν; ούχὶ ἀμφότεροι εἰς βόθυνον πεσοῦνται;

Οὐϰ ἔστι μαθητὴς ὑπὲρ τὸν διδάσϰαλον αὐτοῦ· ϰατηρτισμένος δὲ πᾶς ἔσται ὡς ὁ διδάσϰαλος αὐτοῦ.

Οὐ γάρ ἐστι δένδρον ϰαλὸν ποιοῦν ϰαρπὸν σαπρόν· οὐδὲ δένδρον σαπρὸν ποιοῦν ϰαρπὸν ϰαλόν.

῞Εϰαστον γὰρ δένδρον ἐϰ τοῦ ἰδίου ϰαρποῦ γινώσϰεται.

Ὁ ἀγαθὸς ἄνθρωπος ἐϰ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς ϰαρδίας ἐϰβάλλει τὰ ἀγαθά. ϰαὶ ὁ πονηρὁς ἄνθρωπος ἐϰ τοῦ πονηροῦ θησαυροῦ ἐϰβάλλει πονηρά.

Μὴ δῶτε τὸ ἅγιον τοῖς ϰυσὶ μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων, μή ποτε ϰαταπατήσωσιν αὐτοὺς ἐν τοῖς ποσὶν αὐτῶν ϰαὶ στραφέντες ῥήζωσιν ὑμᾶς.

Προσέχετε δὲ ἀπὸ τῶν ψευδοπροφητῶν, οἴτινες ἔρχονται πρὸς ὑμᾶς ὲν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι λύϰοι ἅρπαγες·

Γεννήματα ἐχιδνῶν, πῶς δύνασθε ἀγαθὰ λαλεῖν, πονηροὶ ὄντες; ἐϰ γὰρ τοῦ περισσεύματος τῆς ϰαρδίας τό στόμα λαλεῖ.

Λέγω δὲ ὑμῖν, ὅτι πᾶν ῥῆμα ἀργὸν ὃ ἐὰν λαλήσωσιν οἱ ἄνθρωποι, ἀποδώσουσι περὶ αὐτον λόγου ἐν ἡμέρα ϰρίσεως.

Ἐϰ γὰρ τῶνγὁλων σου διϰαιωθήσῃ, ϰαὶ ἐϰ τῶν λόγων σου ϰαταδιϰασθήση.

232