Страница:L. N. Tolstoy. All in 90 volumes. Volume 24.pdf/323

Материал из Викитеки — свободной библиотеки
Эта страница не была вычитана

и пр. и удержать глубокий и прямо связанный с предшествующими притчами смысл притчи. Что притча эта случайно и произвольно отнесена Лукою к ожиданию объявления царя, доказывает и то, что Матфеем притча эта отнесена к освещению мысли о том, что всегда надо быть готовым к пришествию сына человеческого.

Притчу я избираю по Луке, потому что она включает в себя притчу по Матфею.

2) Παραχρῆμα я перевожу: без усилия.

3) Я соединяю притчу Матфея и Луки в одну, так как одна другую дополняет и обе имеют одно значение, только в одной опущено одно, в другой — другое.

___________

Καὶ προσελθὼν ὁ τὰ πέντε τάλαντα λαβὼν προσήνεγϰεν ἄλλα πέντε τάλαντα, λέγων Κύριε, πέντε τάλαντά μοι παρέδωϰας, ἴδε, ἄλλα πέντε τάλαντα ἐϰέρδησα ἐπ᾿ αὐτοῖς.

Ἔφη δὲ αὐτῷ ὁ ϰύριος αὐτοῦ· Εὖ, δοῦλε ἀγαθὲ ϰαὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε ϰαταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ ϰυρίου σου.

Προσελθὼν δὲ ϰαὶ ὁ τὰ δύο τάλαντα λαβὼν εἶπε Κύριε, δύο τάλαντά μοι παρέδωϰας· ἴδε ἄλλα δύο τάλαντα ἐϰέρδησα ἐπ' αὐτοῖς.

Καὶ εἶπεν αὐτῷ· Εὖ, ἀγαθὲ δοῦλε· ὅτι ἐν ἐλαχίστῳ πιστὸς ἐγένου, ἴσθι ἐξουσίαν ἔχων ἐπάνω δέϰα πόλεων.

Καὶ ἦλθεν ὁ δεύτερος, λέγων· Κύριε, ἡ μνᾶ σου, ἐποίησε πέντε μνᾶς.

Προσελθὼν δὲ ϰαὶ ὁ τὸ ἓν τάλαντον εἰληφὼς, εἶπε Κύριε, ἔγνων σε, ὅτι σϰληρὸς εἶ ἄνθρωπος, θερίζων ὅπου οὐϰ ἔσπειρας, ϰαὶ συνάγων ὅθεν οὐ διεσϰόρπισας.

Καὶ φοβηθεὶς ἀπελθὼν ἔϰρυψα τὸ τάλαντόν σου ἐν τῇ γῇ· ἴδε, ἔχεις τὸ σόν.

Ἀποϰριθεὶς δὲ ὁ ϰύριος αὐτοῦ εἶπεν αὐτῷ Πονηρὲ δοῦλε ϰαὶ ὀϰνηρέ, ἤδεις ὅτι θερίζω ὅπου οὐϰ ἔσπειρα, ϰαὶ συνάγω ὅθεν οὐ διεσϰόρπισα.

Καὶ διὰ τί οὐϰ ἔδωϰας τὸ ἀργύριόν μου ἐπὶ τὴν τράπεζαν, ϰαὶ ἐγὼ ἐλθὼν σὺν τόϰῳ ἂν ἔπραξα αὐτὸ.

Καὶ τοῖς παρεστῶσιν εἶπεν Ἄρατε ἀπ᾽ αὐτοῦ τὴν μνᾶν ϰαὶ δότε τῷ τὰς δέϰα μνᾶς ἔχοντι.

Καὶ εἶπον αὐτῷ Κύριε, ἔχει δέϰα μνᾶς.

Λέγω γὰρ ὑμῖν, ὅτι παντὶ τῷ ἔχοντι δοθήσεται· ἀπὸ δὲ τοῦ μὴ ἔχοντος, ϰαὶ ὃ ἔχει ἀρθήσεται ἀπ᾽ αὐτοῦ.

Καὶ τὸν ἀχρεῖον δοῦλον ἐϰβάλετε εἰς τὸ σϰότος τὸ ἐξώτερον.

Πλὴν τοὺς ἐχθρούς μου ἐϰείνους, τοὺς μὴ θελήσαντάς με βασιλεῦσαι ἐπ᾽ αὐτοὺς, ἀγάγετε ὧδε ϰαὶ ϰατασφάξατε ἔμπροσθέν μου.

321