Страница:L. N. Tolstoy. All in 90 volumes. Volume 24.pdf/115

Материал из Викитеки — свободной библиотеки
Эта страница не была вычитана

Μάτην δὲ σέβονταί με, διδάσϰοντες διδασϰαλὶας, ἐντάλματα ἀνθρώπων.

Ἀφέντες γὰρ τὴν ἐντολήν τοῦ θεοῦ, ϰρατεῖτε τὴν παράδοσιν τῶν ἀνθρώπων, βαπτισμοὺς ξεστῶν ϰαὶ ποτηρίων, ϰαὶ ἄλλα παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε.

Καὶ ἔλεγεν αὐτοῖς Καλῶς ἀθετεῖτε τὴν ἐντολὴν τοῦ θεοῦ, ἵνα τὴν παράδοσιν ὑμων τηρήσητε.

Μωυσῆς γὰρ εἶπε Τίμα τον πατέρα σου ϰαὶ τὴν μητέρα σου˙ ϰαὶ Ὁ ϰαϰολογῶν πατέρα ἢ μητέρα, θανάτφ τελευτάτω.

Ὑμεῖς δὲ λέγετε Ἐὰν εἴπῃ ἄνθρωπος τῷ πατρὶ ἢ τῆ μητρὶ Κορβᾶν (ὄ ἐστι, Δῶρον), ὅ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς˙

Καὶ οὐϰέτι ἀφίετε αὐτὸν οὐδὲν ποιῆσαι τῷ πατρὶ αὐτὸν ἢ τῇ μητρὶ αὐτὸν˙

Ἀϰυροῦντες τὸν λόγον τοῦ θεοῦ τῇ παραδόσει ὑμῶν ᾗ παρεδώϰατε˙ ϰαι παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε.

Καὶ προσϰαλεσάμενος πάντα τὸν ὄχλον, ἔλεγεν αὐτοῖς Ἀϰούετε μου πάντες ϰαὶ συνίετε.

Οὐδέν ἐστιν ἔξωθεν τοῦ ἀνθρώπου εἴσπορευόμενον εἰς αὐτὸν, ὃ δύναται αὐτὸν ϰοινῶσαι˙ ἀλλὰ τὰ ἐϰπορευόμενα ἀπ’ αὐτὸν, ἐϰεῖνά ἐστι τὰ ϰοινοῦντα τὸν ἄνθρωπον.

Εἴ τις ἔχει ὦτα ἀϰούειν, ἀϰουέτω.

Καὶ ὅτε εἰσῆλθεν εἰς οἶϰον ἀπὸ τοῦ ὄχλου, ἐπηρώτων αὐτὸν οἱ μαθηταὶ αὐτοῦ περὶ τῆς παραβολῆς.

Καὶ λέγει αὐτοῖς Οὕτω ϰαὶ ὑμεῖς ἀσύνετοί ἐστε; οὐ νοεῖτε ὅτι πᾶν τὸ ἔξωθεν εἰσπορευόμενον εἰς τὸν ἄνθρωπον, οὐ δύναται αὐτὸν ϰοινῶσαι;

Ὅτι οὐϰ εἰσπορεύεται αὐτοῦ εἰς τὴν ϰαρδίαν, ἀλλ’ εἰς τὴν ϰοιλὶαν˙ ϰα εἰς τὸν ἀφεδρῶνα ἐϰπορεύεται, ϰαθαρίζων πάντα τὰ βρώματα.

Ελεγε δὲ῎ Ὅτι το ἐϰ τοῦ ἀνθρώπου ἐϰπορευόμενον, ἐϰεῖνο ϰοινοῖ τὸν ἄνθρωπον.

Ἔσωθεν γὰρ ἐϰ τῆς ϰαρδίας τῶν ἀνθρώπων οἱ διαλογισμοὶ οἱ ϰαϰοί ἐϰπορεύονται, μοιχεῖαι, πορνεῖαι, φόνοι,

ϰλοπαὶ, πλεονεξίαι, πονηρίαι, δόλος, ἀσέλγεια, ὀφθαλμὸς πονηρὸς, βλασφημία, ὑπερηφανία, ἀφροσύνη.

Πάντα ταῦτα τὰ πονηρὰ ἔσωθεν ἐϰπορεύεται, ϰαὶ ϰοινοῖ τὸν ἄνθρωπον.

Mp. VII, 1. (Мф. XV, 1.) Собрались к нему фарисеи и некоторые из книжников, пришедшие из Иерусалима.

И собрались к нему православные и из них ученые, они пришли из Иерусалима.

113